Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.226 Joseph. AJ 19.231 (English) >>Joseph. AJ 19.236

19.229γνοῦσα δʼ βουλὴ τὸν Κλαύδιον ὑπὸ τῶν στρατιωτῶν ἀφιγμένον εἰς τὸ στρατόπεδον πέμπει πρὸς ἐκεῖνον ἄνδρας ἀρετῇ τοὺς ἐξ αὐτῶν, οἳ διδάξειαν μὴ δεῖν ἐπὶ καθέξει τῆς ἀρχῆς βιάζεσθαι, 19.230παραχωρεῖν δὲ τῇ συγκλήτῳ τοσῶνδε ἀνδρῶν ἕνα ὄντα ἡσσώμενον καὶ τῷ νόμῳ παραχωροῦντα τοῦ ἐπὶ τοῖς κοινοῖς κόσμου τὴν πρόνοιαν, μνημονεύοντα ὧν οἱ πρότεροι τύραννοι κακώσειαν τὴν πόλιν καὶ ὧν ὑπὸ Γαΐου καὶ αὐτὸς κινδυνεύσειεν σὺν αὐτοῖς, μηδὲ μισήσαντα τὴν βαρύτητα τῆς τυραννίδος ὑφʼ ἑτέρων πρασσομένης τῆς ὕβρεως αὐτὸν ἐθελουσίως ἐπὶ παροινίᾳ θαρσεῖν τῆς πατρίδος. 19.231καὶ πειθομένῳ μὲν τοῦ πρότερον ἀπράγμονος τὴν ἀρετὴν ἐπιδεικνυμένῳ βέβαιον τιμάς τε ὑπάρξειν, αἳ ὑπὸ ἐλευθέρων ψηφισθεῖεν τῶν πολιτῶν, καὶ ἐπιχωρήσει τοῦ νόμου τὸ μέρος ἄρχοντά τε καὶ ἀρχόμενον κερδανεῖν ἔπαινον ἀρετῆς. 19.232εἰ δὲ ἀπονοοῖτο μηδὲν ἐκ τῆς Γαΐου τελευτῆς σωφρονιζόμενος οὔτι γε αὐτοὶ ἐπιτρέψειν τῆς τε γὰρ στρατιᾶς πολὺ εἶναι τὸ συνεστηκὸς αὐτοῖς ὅπλων τε εὐπορίαν καὶ πληθὺν οἰκετῶν, οἳ χρήσαιντο αὐτοῖς. 19.233μέγα δὲ μέρος τήν τε ἐλπίδα εἶναι καὶ τὴν τύχην, τούς τε θεοὺς οὐκ ἄλλοις συμμαχεῖν, ἀλλὰ τοῖς μετʼ ἀρετῆς καὶ τοῦ καλοῦ τοὺς ἀγῶνας ποιουμένοις. εἶναι δὲ τούτους, οἳ ἂν περὶ ἐλευθερίας μάχωνται τῆς πατρίδος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.226 Joseph. AJ 19.231 (English) >>Joseph. AJ 19.236

Powered by PhiloLogic